Λόγον ἀγαθόν. Ἀλληλούϊα
https://www.facebook.com/share/v/1B6MdL3k1C/ https://www.facebook.com/share/v/19WuadsSfi/ Λόγον ἀγαθόν. Ἀλληλούϊα. (Ψαλμὸς 44ος). Ὡς Πολυέλεος (Θεοδώρου Φωκαέως †1851) Λόγον ἀγαθόν. Ἀλληλούϊα. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Χαῖρε Παντάνασσα Πανύμνητε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ. Ἀλληλούϊα. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Χαῖρε Βασίλισσα τῶν Ἀγγέλων, Δέσποινα τοῦ Κόσμου. Ἀλληλούϊα. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Χαῖρε τῶν Προφητῶν τὸ κήρυγμα, Πατριαρχῶν ἡ δόξα. Ἀλληλούϊα. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Χαῖρε ἀγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα. Ἀλληλούϊα. Ἐξεχύθη χάρις ἐν χείλεσίν σου. Χαῖρε ἄσπιλε, ἀμόλυντε, ἄφθορε Παναγία. Ἀλληλούϊα. Διὰ τοῦτο εὐλόγησέν σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Χαῖρε ἡ ἀπηλπισμένων ἐλπὶς καὶ τῶν πολεμουμένων βοήθεια. Ἀλληλούϊα. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, Δυνατέ. Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ Σοῦ καὶ διὰ Σοῦ μεθ’ ἡμῶν. Ἀλληλούϊα. Τῇ ὡραιότητί Σου καὶ τῷ κάλλει Σου. Χαῖρε εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρ...